Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.373 Joseph. AJ 7.377 (English) >>Joseph. AJ 7.382

7.375

μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο, τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε Σολόμωνι θεμελίων καὶ οἴκων καὶ ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν ὥρισε. 7.376προσπαρώρμησε δὲ καὶ λόγοις αὐτόν τε πάσῃ χρήσασθαι προθυμίᾳ περὶ τὸ ἔργον καὶ τοὺς ἄρχοντας καὶ τὴν Ληουιτῶν φυλὴν συναγωνίσασθαι διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ τὸν θεὸν ἐκεῖνον ἑλέσθαι καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ τῆς βασιλείας προστάτην. 7.377εὐμαρῆ δʼ αὐτοῖς καὶ οὐ σφόδρα ἐπίπονον τὴν οἰκοδομίαν ἀπέφαινεν αὐτοῦ μὲν πολλὰ τάλαντα χρυσοῦ πλείω δʼ ἀργύρου καὶ ξύλα καὶ τεκτόνων πλῆθος καὶ λατόμων ἤδη παρεσκευασμένου σμαράγδου τε καὶ πάσης ἰδέας λίθου πολυτελοῦς· 7.378καὶ νῦν δʼ ἔτι τῆς ἰδίας ἀπαρχὴν διακονίας ἄλλα τρισχίλια τάλαντα χρυσοῦ καθαροῦ παρέξειν ἔλεγεν εἰς τὸ ἄδυτον καὶ εἰς τὸ ἅρμα τοῦ θεοῦ τοὺς Χερουβεῖς, οὓς ἐφεστάναι δεήσει τὴν κιβωτὸν καλύπτοντας. σιωπήσαντος δὲ τοῦ Δαυίδου πολλὴ καὶ τῶν ἀρχόντων καὶ τῶν ἱερέων καὶ τῆς Ληουίτιδος φυλῆς προθυμία συμβαλλομένων καὶ ποιουμένων ἐπαγγελίας λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἐγένετο· 7.379χρυσοῦ μὲν γὰρ ὑπέστησαν εἰσοίσειν τάλαντα πεντακισχίλια καὶ στατῆρας μυρίους, ἀργυρίου δὲ μύρια τάλαντα, καὶ σιδήρου μυριάδας ταλάντων πολλάς· καὶ εἴ τινι λίθος ἦν πολυτελὴς ἐκόμισε καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς, ὧν ἐπετρόπευεν Μωυσέος ἔκγονος Ἴαλος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.373 Joseph. AJ 7.377 (English) >>Joseph. AJ 7.382

Powered by PhiloLogic